# Βαρλαάμ καί Ἰωάσαφ 24.208

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.208

ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν, ἀνθ’ ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ’ ἐλπίδα δι’ εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευάσαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
