# Βαρλαάμ καί Ἰωάσαφ 24.209

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.209

θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι’ αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες. Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη. Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
