# Βαρλαάμ καί Ἰωάσαφ 24.210

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.210

καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι᾽ ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ Δεσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
