Ancient Greek · ~4 min
Chapter 24
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 24.212
Not analysed yet
καὶ παραφροσύνης; πότε γὰρ ἠκούσθη τις λαλιὰ ἢ λόγος παρ’ αὐτῶν; πότε κἂν σμικρὰν ἀπόκρισιν τοῖς εὐχομένοις αὐτοῖς δεδώκασι; πότε περιεπάτησαν ἢ αἴσθησίν τινα ἐδέξαντο; οὔτε γὰρ οἱ ἱστάμενοί ποτε καθέδρας ἐμνήσθησαν, οὔτε οἱ καθήμενοι ἀναστάντες ὤφθησαν. τούτων τὸ εἰδεχθὲς καὶ δυσῶδες καὶ ἀναίσθητον, ἔτι δὲ καὶ τῶν ἐνεργούντων ἐν αὐτοῖς καὶ δι’ αὐτῶν ὑμᾶς ἀπατώντων δαιμόνων τὸ σαθρὸν καὶ ἀσθενὲς παρὰ ἀνδρὸς ἁγίου μαθών, καὶ τῆς αὐτῶν κακίας καταπτύσας, καὶ τέλειον μῖσος μισήσας αὐτούς, τῷ ζῶντι καὶ ἀληθινῷ συνεταξάμην Θεῷ· καὶ αὐτῷ δουλεύσω μέχρι τελευταίας ἀναπνοῆς, ἵνα καὶ εἰς τὰς αὐτοῦ χεῖρας ἔλθοι μου τὸ πνεῦμα. τῶν τοιούτων οὖν συναντησάντων μοι ἀνεκδιηγήτων ἀγαθῶν, ἔχαιρον μὲν τῆς δουλείας ἀπαλλαγεὶς τῶν πονηρῶν δαιμόνων καὶ τῆς δεινῆς ἀνακληθεὶς αἰχμαλωσίας, καὶ τῷ φωτὶ περιλαμφθεὶς τοῦ προσώπου Κυρίου· ἠνιώμην δὲ καὶ τὴν ψυχὴν ἐμεριζόμην, ὅτι μὴ καὶ αὐτὸς ὁ δεσπότης μου καὶ πατὴρ τῶν τοιούτων μετεῖχες εὐεργεσιῶν. ἀλλὰ δεδοικώς σου τῆς γνώμης τὸ δυσπειθές, κατεῖχον ἐν ἐμαυτῷ τὴν λύπην, μὴ παροργίσαι σε βουλόμενος, τὸν Θεὸν δὲ ἀπαύστως ἱκέτευον ἑλκῦσαί σε πρὸς ἑαυτὸν καὶ τῆς μακρᾶς ἀνακαλέσασθαι ἐξορίας ἧς αὐτὸς προεξένησασσεαυτῷ,