# Βαρλαάμ καί Ἰωάσαφ 24.214

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.214

εὖ ἴσθι, υἱότητος, καὶ τῷ Θεῷ μου λατρεύσω καθαρῷ συνειδότι. Ταῦτα οὖν πάντα ὡς ἤκουσεν ὁ βασιλεύς, ὀξύτατα κινηθεὶς καὶ θυμῷ ἀσχέτῳ καταληφθείς, ὀργίλως αὐτῷ ἐλάλει, καὶ πικρῶς τοὺς ὀδόντας ἔβρυχε, μαινομένῳ ἐοικώς· Καὶ τίς, φησίν, ὁ τοιούτων μοι αἴτιος τῶν κακῶν, ἢ αὐτὸς ἐγὼ οὕτως σοι διατεθεὶς καὶ τοιαῦτα ἐπὶ σοὶ ἐργασάμενος ἃ οὐδεὶς πώποτε τῶν πατέρων πεποίηκε; διό σου τῆς γνώμης τὸ σκολιὸν καὶ φιλόνεικον, δύναμιν τῇ ἐξουσίᾳ προσλαβόμενον, κατὰ τῆς ἐμῆς κεφαλῆς μανῆναί σε πεποίηκε. δικαίως οὖν ἐν τῇ σῇ γεννήσει οἱ ἀστρολόγοι δεινὸν εἶπον

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
