# Βαρλαάμ καί Ἰωάσαφ 24.219

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/24.219

ἀλλὰ δέξεταί σε, εὖ οἶδα, ὁ ἀγαθὸς ἐπιστρέψαντα καὶ πάντων σου ἀμνημονεύσει τῶν πλημμελημάτων· οὐ βούλεται γὰρ τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν, ὁ ἐκ τῶν ἀνεκδιηγήτων κατελθὼν ὑψωμάτων ἐπὶ ζήτησιν τῶν πλανηθέντων ἡμῶν, σταυρόν τε καὶ μάστιγας καὶ θάνατον ὑπομείνας δι’ ἡμᾶς, καὶ τῷ τιμίῳ αὐτοῦ αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ δὲ βασιλεως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ’ ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ’ ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ’ εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ’ οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ’ ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ’ αἱ τούτων ἰσχύσουσι γοητεῖαι.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
