# Βαρλαάμ καί Ἰωάσαφ 25.224

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/25.224

τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παῤ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως προΐεσθαι, μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται. Σὺ δέ, φίλτατε υἱέ, τῷ σῷ πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπῳ, διήμαρτον τοῦ ἀγαθοῦ, ἀλλ’ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ’ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῷ πατρὶ πείθεσθαι καὶ αὐτῷ ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ’ οὐδὲν τιθέναι

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
