Ancient Greek · ~4 min
Chapter 25
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 25.225
Not analysed yet
ἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῷ τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας. Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος, ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν πεδήσας,