# Βαρλαάμ καί Ἰωάσαφ 25.226

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/25.226

τῷ πόθῳ τε καὶ ἔρωτι ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ. Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίᾳ τε καὶ φιλίᾳ καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρῃ τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω ποιῇ, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
