# Βαρλαάμ καί Ἰωάσαφ 25.227

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/25.227

κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι. διὸ μήτε σεαυτῷ κόπους πάρεχε, μήτε ἐμοί· ἀλλ’ ἢ πείσθητι καὶ τῷ ζῶντι ἄμφω καὶ ἀληθινῷ λατρεύσωμεν Θεῷ· ἃ γὰρ νῦν σέβῃ εἴδωλα εἰσί, χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα. Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῇ προτεραίᾳ εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίᾳ διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῇ καὶ ἐμπόνῳ συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν. ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῷ πορευόμενος οὐδόλως ὁρᾷς φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
