# Βαρλαάμ καί Ἰωάσαφ 25.228

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/25.228

διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος, καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου. Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην; ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι’ οὗ τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
