# Βαρλαάμ καί Ἰωάσαφ 25.229

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/25.229

πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, ὁ μόνος Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῷ τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἰλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ τότε πάντες οἱ ἀπ’ αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
