Ancient Greek
Chapter 25
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 25.230
Not analysed yet
Δεσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ τῷ ἡλιακῷ παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῇ τῇ φανοτάτῃ, οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν τῷ φωτὶ τῷ ἀπροσίτῳ, ἐν τῇ δόξῃ τῇ ἀπορρήτῳ καὶ ἀτελευτήτῳ. Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες,