Ancient Greek · ~1 min
Chapter 25
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 25.232
Not analysed yet
πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῇ καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσῃ τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῷ φωτὶ περιλαμφθῇ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;