Ancient Greek
Chapter 26
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 26.236
Not analysed yet
καὶ πλανᾶσθαι τὸν Βαρλαὰμ καὶ τοὺς σὺν αὐτῷ ἐλέγξαντας, δόξης μεγίστης καὶ τιμῆς παρ’ ἡμῶν τε καὶ πάσης τυχεῖν τῆς συγκλήτου καὶ στεφάνοις νίκης καταστεφθῆναι· ἢ ἡττηθέντας σὺν πάσῃ αἰσχύνῃ κακιγκάκως θανατωθῆναι, πάντα δὲ τὰ ὑμέτερα τῷ δήμῳ δοθῆναι, ὡς ἂν παντάπασιν ἐξαρθῇ τὸ μνημόσυνον ὑμῶν ἀπὸ τῆς γῆς. τὰ μὲν γὰρ σώματα ὑμῶν θηρίοις δώσω παρανάλωμα, τὰ δὲ τέκνα ὑμῶν διηνεκεῖ καταδου λώσω δουλείᾳ. Τούτων οὕτως εἰρημένων τῷ βασιλεῖ, ὁ υἱὸς αὐτοῦ ἔφη· Κρῖμα δίκαιον σήμερον ἔκρινας, ὦ βασιλεῦ· κρατύναι Κύριος ταύτην σου τὴν γνώμην. κἀγὼ δὲ τὰ αὐτά φημι τῷ ἐμῷ διδασκάλῳ. καὶ ἐπιστραφεὶς λέγει τῷ Ναχώρ, ὃς ἐνομίζετο Βαρλαὰμ εἶναι· Οἶδας, ὦ Βαρλαάμ, ἐν τίνι με δόξῃ εὕρηκας καὶ τρυφῇ· καὶ λόγοις πλείστοις ἔπεισάς με τῶν μὲν πατρῴων ἀποστῆναι νόμων τε καὶ ἐθῶν, ἀγνώστῳ δὲ λατρεῦσαι Θεῷ, ἀρρήτων τινῶν καὶ αἰωνίων ἀγαθῶν ἐπαγγελίαις ἑλκύσας μου τὸν νοῦν τοῖς σοῖς ἐξακολουθῆσαι δόγμασι καὶ τὸν ἐμὸν παραπικρᾶναι πατέρα τε καὶ δεσπότην; νῦν οὖν ὡς ἐπὶ τρυτάνης νόμιζε σεαυτὸν ἑστάναι. εἰ μὲν γάρ, νικήσας τὴν προκειμένην πάλην, ἀληθῆ σου τὰ δόγματα δείξεις ἅ μοι ἐδίδαξας, πλανωμένους δὲ ἐλέγξεις τοὺς σήμερον ἡμῖν ἀντιπίπτοντας, σὺ μὲν δοξασθήσῃ ὡς οὐδεὶς τῶν πώποτε γεγονότων καὶ κήρυξ ἀληθείας κληθήσῃ, ἐγὼ δὲ τῇ σῇ ἐμμενῶ διδαχῇ καὶ τῷ Χριστῷ λατρεύσω, καθὰ δὴ καὶ ἐκήρυξας, μέχρι τῆς τελευταίας μου ἀναπνοῆς· εἰ δέ, ἡττηθεὶς εἴτε δόλῳ εἴτε ἀληθείᾳ, αἰσχύνης μοι σήμερον πρόξενος γένῃ, θᾶττον ἐκδικήσω μου τὴν ὕβριν, χερσὶν οἰκείαις τήν τε καρδίαν σου καὶ τὴν γλῶτταν ἐξορύξας,