# Βαρλαάμ καί Ἰωάσαφ 27.239

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/27.239

Ἐγώ, βασιλεῦ, προνοίᾳ Θεοῦ ἦλθον εἰς τὸν κόσμον· καὶ θεωρήσας τὸν οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιόν τε καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασα τὴν διακόσμησιν τούτων. ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, ὅτι κατὰ ἀνάγκην κινεῖται, συνῆκα τὸν κινοῦντα καὶ διακρατοῦντα εἶναι Θεόν· πᾶν γὰρ τὸ κινοῦν ἰσχυρότερον τοῦ κινουμένου, καὶ τὸ διακρατοῦν ἰσχυρότερον τοῦ διακρατουμένου ἐστίν. αὐτὸν οὖν λέγω εἶναι Θεὸν τὸν συστησάμενον τὰ πάντα καὶ διακρατοῦντα, ἄναρχον καὶ ἀΐδιον, ἀθάνατον καὶ ἀπροσδεῆ, ἀνώτερον πάντων τῶν παθῶν καὶ ἐλαττωμάτων, ὀργῆς τε καὶ λήθης καὶ ἀγνοίας καὶ τῶν λοιπῶν. δι’ αὐτοῦ δὲ τὰ πάντα συνέστηκεν. οὐ χρῄζει θυσίας καὶ σπονδῆς, οὐδὲ πάντων τῶν φαινομένων· πάντες δὲ αὐτοῦ χρῄζουσι. Τούτων οὕτως εἰρημένων περὶ Θεοῦ, καθὼς ἐμὲ ἐχώρησε περὶ αὐτοῦ λέγειν, ἔλθωμεν καὶ ἐπὶ τὸ ἀνθρώπινον γένος, ὅπως ἴδωμεν τίνες αὐτῶν μετέχουσι τῆς ἀληθείας καὶ τίνες τῆς πλάνης.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
