# Βαρλαάμ καί Ἰωάσαφ 27.244

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/27.244

Ἔλθωμεν οὖν ἐπὶ τοὺς Ἕλληνας, ἵνα ἴδωμεν εἴ τι φρονοῦσι περὶ Θεοῦ. οἱ οὖν Ἕλληνες σοφοὶ λέγοντες εἶναι ἐμωράνθησαν χεῖρον τῶν Χαλδαίων, παρεισάγοντες πολλοὺς θεοὺς γεγενῆσθαι, τοὺς μὲν ἄρρενας, τοὺς δὲ θηλείας, παντοίων παθῶν καὶ παντοδαπῶν δημιουργοὺς ἀνομημάτων. ὅθεν γελοῖα καὶ μωρὰ καὶ ἀσεβῆ παρεισήγαγον οἱ Ἕλληνες, βασιλεῦ, ῥήματα, τοὺς μὴ ὄντας προσαγορεύοντες θεούς, κατὰ τὰς ἐπιθυμίας αὐτῶν τὰς πονηράς, ἵνα, τούτους συνηγόρους ἔχοντες τῆς κακίας, μοιχεύωσιν, ἁρπάζωσι, φονεύωσι, καὶ τὰ πάνδεινα ποιῶσιν. εἰ γὰρ οἱ θεοὶ αὐτῶν τοιαῦτα ἐποίησαν, πῶς καὶ αὐτοὶ οὐ τοιαῦτα πράξουσιν; ἐκ τούτων οὖν τῶν ἐπιτηδευμάτων τῆς πλάνης συνέβη τοὺς ἀνθρώπους πολέμους ἔχειν συχνούς, καὶ σφαγὰς καὶ αἰχμαλωσίας πικράς. ἀλλὰ καὶ καθ’ ἕκαστον τῶν θεῶν αὐτῶν εἰ θελήσομεν ἐλθεῖν τῷ λόγῳ, πολλὴν ὄψει τὴν ἀτοπίαν. Ὁ πρῶτος παρεισάγεται αὐτοῖς πρὸ πάντων θεὸς ὁ λεγόμενος Κρόνος, καὶ τούτῳ θύουσι τὰ ἴδια τέκνα, ὃς ἔσχε παῖδας πολλοὺς ἐκ τῆς Ῥέας, καὶ μανεὶς ἤσθιε τὰ ἴδια τέκνα. φασὶ δὲ τὸν Δία κόψαι αὐτοῦ τὰ ἀναγκαῖα καὶ βαλεῖν εἰς τὴν θάλασσαν, ὅθεν Ἀφροδίτην μυθεύεται γεννᾶσθαι.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
