# Βαρλαάμ καί Ἰωάσαφ 27.245

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/27.245

δήσας οὖν τὸν ἴδιον πατέρα ὁ Ζεὺς ἔβαλεν εἰς τὸν Τάρταρον. ὁρᾷς τὴν πλάνην καὶ ἀσέλγειαν ἣν παρεισάγουσι κατὰ τοῦ θεοῦ αὐτῶν; ἐνδέχεται οὖν θεὸν εἶναι δέσμιον καὶ ἀπόκοπον; ὦ τῆς ἀνοίας· τίς τῶν νοῦν ἐχόντων ταῦτα φήσειεν; Δεύτερος παρεισάγεται ὁ Ζεύς, ὅν φασι βασιλεῦσαι τῶν θεῶν αὐτῶν, καὶ μεταμορφοῦσθαι εἰς ζῷα, ὅπως μοιχεύσῃ θνητὰς γυναῖκας. παρεισάγουσι γὰρ τοῦτον μεταμορφούμενον εἰς ταῦρον πρὸς Εὐρώπην, καὶ εἰς χρυσὸν πρὸς Δανάην, καὶ εἰς κύκνον πρὸς Λήδαν, καὶ εἰς σάτυρον πρὸς Ἀντιόπην, καὶ εἰς κεραυνὸν πρὸς Σεμέλην· εἶτα γενέσθαι ἐκ τούτων τέκνα πολλά, Διόνυσον, καὶ Ζῆθον καὶ Ἀμφίονα, καὶ Ἡρακλῆν, καὶ Ἀπόλλωνα καὶ Ἄρτεμιν, καὶ Περσέα, Κάστορά τε καὶ Ἑλένην καὶ Πολυδεύκην, καὶ Μίνωα, καὶ Ῥαδάμανθον,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
