# Βαρλαάμ καί Ἰωάσαφ 27.249

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/27.249

Αἰγύπτιοι δέ, ἀβελτερώτεροι καὶ ἀφρονέστεροι τούτων ὄντες, χεῖρον πάντων τῶν ἐθνῶν ἐπλανήθησαν. οὐ γὰρ ἠρκέσθησαν τοῖς τῶν Χαλδαίων καὶ Ἑλλήνων σεβάσμασιν, ἀλλ’ ἔτι καὶ ἄλογα ζῷα παρεισήγαγον θεοὺς εἶναι χερσαῖά τε καὶ ἔνυδρα, καὶ τὰ φυτὰ καὶ βλαστά, καὶ ἐμιάνθησαν ἐν πάσῃ μανίᾳ καὶ ἀσελγείᾳ χεῖρον πάντων τῶν ἐθνῶν ἐπὶ τῆς γῆς. ἀρχῆθεν γὰρ ἐσέβοντο τὴν Ἴσιν, ἔχουσαν ἀδελφὸν καὶ ἄνδρα τὸν Ὄσιριν, τὸν σφαγέντα ὑπὸ τοῦ ἀδελφοῦ αὐτοῦ Τύφωνος. καὶ διὰ τοῦτο φεύγει ἡ Ἴσις μετὰ Ὥρου τοῦ υἱοῦ αὐτῆς εἰς Βύβλον τῆς Συρίας, ζητοῦσα τὸν Ὄσιριν, πικρῶς θρηνοῦσα, ἕως ηὔξησεν ὁ Ὧρος καὶ ἀπέκτεινε τὸν Τύφωνα. οὔτε οὖν ἡ Ἴσις ἴσχυσε βοηθῆσαι τῷ ἰδίῳ ἀδελφῷ καὶ ἀνδρί· οὔτε ὁ Ὄσιρις σφαζόμενος ὑπὸ τοῦ Τύφωνος ἠδυνήθη ἀντιλαβέσθαι ἑαυτοῦ· οὔτε Τύφων ὁ ἀδελφοκτόνος, ἀπολλύμενος ὑπὸ τοῦ Ὥρου καὶ τῆς Ἴσιδος, εὐπόρησε ῥύσασθαι ἑαυτὸν τοῦ θανάτου. καὶ ἐπὶ τοιούτοις ἀτυχήμασι γνωρισθέντες αὐτοὶ θεοὶ ὑπὸ τῶν ἀσυνέτων Αἰγυπτίων ἐνομίσθησαν.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
