# Βαρλαάμ καί Ἰωάσαφ 27.254

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/27.254

χήραν οὐχ ὑπερορῶσιν, ὀρφανὸν οὐ λυποῦσιν· ὁ ἔχων τῷ μὴ ἔχοντι ἀφθόνως ἐπιχορηγεῖ· ξένον ἐὰν ἴδωσιν, ὑπὸ στέγην εἰσάγουσι, καὶ χαίρουσιν ἐπ’ αὐτῷ ὡς ἐπὶ ἀδελφῷ ἀληθινῷ· οὐ γὰρ κατὰ σάρκα ἀδελφοὺς ἑαυτοὺς καλοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. ἕτοιμοί εἰσιν ὑπὲρ Χριστοῦ τὰς ψυχὰς αὐτῶν προέσθαι· τὰ γὰρ προστάγματα αὐτοῦ ἀσφαλῶς φυλάττουσιν, ὁσίως καὶ δικαίως ζῶντες, καθὼς Κύριος ὁ Θεὸς αὐτοῖς προσέταξεν, εὐχαριστοῦντες αὐτῷ κατὰ πᾶσαν ὥραν ἐν παντὶ βρώματι καὶ ποτῷ καὶ τοῖς λοιποῖς ἀγαθοῖς. ὄντως οὖν αὕτη ἐστὶν ἡ ὁδὸς τῆς ἀληθείας, ἥτις τοὺς ὁδεύοντας αὐτὴν εἰς τὴν αἰώνιον χειραγωγεῖ βασιλείαν, τὴν ἐπηγγελμένην παρὰ Χριστοῦ ἐν τῇ μελλούσῃ ζωῇ. Καὶ ἵνα γνῷς, βασιλεῦ, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ ταῦτα λέγω, ταῖς Γραφαῖς ἐγκύψας τῶν Χριστιανῶν, εὑρήσεις οὐδὲν ἔξω τῆς ἀληθείας με λέγειν. καλῶς οὖν συνῆκεν ὁ υἱός σου, καὶ δικαίως ἐδιδάχθη λατρεύειν ζῶντι Θεῷ καὶ σωθῆναι εἰς τὸν μέλλοντα ἐπέρχεσθαι αἰῶνα. μεγάλα γὰρ καὶ θαυμαστὰ τὰ ὑπὸ τῶν Χριστιανῶν λεγόμενα καὶ πραττόμενα· οὐ γὰρ ἀνθρώπων ῥήματα λαλοῦσιν, ἀλλὰ τὰ τοῦ Θεοῦ. τὰ δὲ λοιπὰ ἔθνη πλανῶνται καὶ πλανῶσιν ἑαυτούς· ὁδεύοντες γὰρ ἐν σκότει προσρήσσονται ἑαυτοῖς ὡς μεθύοντες. ἕως ὧδε ὁ πρὸς σέ μου λόγες, βασιλεῦ, ὁ ὑπὸ τῆς ἀληθείας ἐν τῷ νοΐ μου ὑπαγορευθείς. διὸ παυσάσθωσαν οἱ ἀνόητοί σου σοφοὶ ματαιολογοῦντες κατὰ τοῦ Κυρίου· συμφέρει γὰρ ὑμῖν Θεὸν κτίστην σέβεσθαι καὶ

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
