Ancient Greek
Chapter 28
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 28.255
Not analysed yet
Ταῦτα ὡς διεξῆλθεν ὁ Ναχώρ, ὁ μὲν βασιλεὺς τῷ θυμῷ ἠλλοιοῦτο· οἱ δὲ ῥήτορες αὐτοῦ καὶ νεωκόροι ἄφωνοι ἵσταντο, μὴ δυνάμενοι ἀντιλέγειν ἀλλ’ ἢ σαθρά τινα καὶ οὐδαμινὰ λογίδια. ὁ δὲ τοῦ βασιλέως υἱὸς ἠγαλλιᾶτο τῷ πνεύματι, καὶ φαιδρῷ τῷ προσώπῳ ἐδόξαζε τὸν Κύριον, τὸν ἐξ ἀπόρου πόρον διδόντα τοῖς πεποιθόσιν ἐπ’ αὐτόν, ὃς καὶ διὰ τοῦ πολεμίου καὶ ἐχθροῦ τὴν ἀλήθειαν ἐκράτυνε· καὶ ὁ τῆς πλάνης ἔξαρχος συνήγορος τοῦ ὀρθοῦ λόγου ἐδεικνυτο. Ὁ μέντοι βασιλεύς, καίπερ δεινῶς ὀργιζόμενος τῷ Ναχώρ, οὐδὲν ὅμως ἐργάσασθαι κακὸν εἰς αὐτὸν ἠδύνατο, διὰ τὸ προλεχθὲν ἐπὶ πάντων θέσπισμα, ἀδεῶς αὐτὸν λέγειν ὑπὲρ τῶν Χριστιανῶν προτρεπόμενον· πολλὰ δὲ αὐτὸς ἀντιλέγων ὑπεμίμνησκε δι’ αἰνιγμάτων ὑπενδοῦναι τῆς ἐνστάσεως καὶ ἡττηθῆναι τῇ διαλέξει τῶν ῥητόρων. ὁ δὲ μειζόνως ὑπερίσχυε, διαλύων πάσας αὐτῶν τὰς προτάσεις καὶ συλλογισμούς, καὶ ἐλέγχων τὸ ἀπατηλὸν τῆς πλάνης. σχεδὸν δὲ μέχρις ἑσπέρας παραταθείσης τῆς διαλέξεως, ἐκέλευσεν ὁ βασιλεὺς διαλυθῆναι τὸ συνέδριον, ὡς τῇ ἐπιούσῃ βουλόμενος αὖθις περὶ τούτου διασκέψασθαι. Ὁ δὲ υἱὸς ἔφη τῷ βασιλεῖ· Ὡς ἐν ἀρχῇ δικαίαν ἐκέλευσας κρίσιν γενέσθαι, δέσποτα, δικαιοσύνην καὶ τῷ τέλει ἐπίθες, τῶν δύο τὸ ἕτερον ποιῶν· ἢ τὸν ἐμὸν διδάσκαλον ἐπίτρεψον μεῖναι μετ’ ἐμοῦ τῇ νυκτὶ ταύτῃ,