# Βαρλαάμ καί Ἰωάσαφ 28.256

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.256

ὡς ὁμοῦ διασκεψώμεθα περὶ ὧν χρὴ τὴν αὔριον λαλῆσαι τοῖς πολεμοῦσιν ἡμᾶς, τοὺς σοὺς δὲ πάλιν σὺ μεθ̓ ἑαυτοῦ λαβὼν τὰ εἰκότα μελετήσατε καθὼς βούλεσθε· ἤ, τοὺς σοὺς ἐμοὶ παραχωρήσας τῇ νυκτὶ ταύτῃ, λάβε τὸν ἐμὸν πρὸς ἑαυτόν. εἰ δὲ ἀμφότεροι ὦσι παρὰ σοί, ὁ μὲν ἐμὸς ἐν θλίψει καὶ φόβῳ, οἱ δὲ σοὶ ἐν χαρᾷ καὶ ἀνέσει, οὔ μοι δοκεῖ δικαίαν εἶναι κρίσιν, ἀλλὰ δυναστείαν τῆς ἐξουσίας καὶ παράβασιν τῶν συνθηκῶν. ἡττηθεὶς δὲ ὁ βασιλεὺς τῷ ἀστείῳ τοῦ ῥήματος, τοὺς σοφοὺς αὐτοῦ καὶ ἱερεῖς πρὸς ἑαυτὸν λαβόμενος, τὸν Ναχὼρ παραχωρεῖ τῷ υἱῷ, ἐλπίδας ἔτι κεκτημένος ἐπ’ αὐτὸν καὶ φυλάττειν τὰ ὡμολογημένα δοκῶν. Ἀπέρχεται τοίνυν ὁ τοῦ βασιλέως υἱὸς εἰς τὸ ἑαυτοῦ παλάτιον, ὥσπερ τις Ὀλυμπιονίκης τῶν ἀντιπάλων κρατήσας, ἔχων μεθ’ ἑαυτοῦ τὸν Ναχώρ. καὶ κατὰ μόνας καλέσας αὐτὸν ἔφη· Μὴ νομίσῃς λανθάνειν ἐμὲ τὰ κατὰ σέ· οἶδα γάρ σε ἀκριβῶς μὴ τὸν θειότατον εἶναι Βαρλαάμ, ἀλλὰ Ναχὼρ τὸν ἀστρολόγον. καὶ θαυμάζω πῶς ἔδοξεν ὑμῖν τοιαύτην ὑποκριθῆναι ὑπόκρισιν καὶ τοσαύτῃ ἀμβλυωπίᾳ νομίσαι περιβαλεῖν με μέσης ἡμέρας, ἵνα λύκον δέξωμαι ἀντὶ προβάτου. ἀλλὰ καλῶς ὁ λόγος ᾅδεται, ὅτι Καρδία μωροῦ μάταια νοήσει. τὸ μὲν οὖν ἐνθύμημα τοῦτο καὶ βούλευμα ὑμῶν ἕωλον ἦν καὶ πάντη ἀνόητον· τὸ δὲ ἔργον ὃ εἰργάσω πάσης ἐστὶ συνέσεως πεπληρωμένον. διὸ χαῖρε, Ναχώρ, καὶ ἀγαλλιῶ·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
