# Βαρλαάμ καί Ἰωάσαφ 28.258

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.258

τοὺς ὀφθαλμοὺς ἐτύφλωσε τῆς καρδίας μου, καὶ σκότος βαθὺ περιέχυσέ μου τῷ λογισμῷ· νυνὶ δὲ ἐπὶ τῷ ῥήματί σου, τὸ κάλυμμα τὸ ζοφῶδες ἀπορρίψας, τῷ φωτὶ προσδραμοῦμαι τοῦ προσώπου Κυρίου. ἴσως ἐλεήσει με, καὶ θύραν ἀνοίξει μετανοίας τῷ πονηρῷ δούλῳ καὶ ἀποστάτῃ, εἰ καὶ ἀδύνατον δοκεῖ μοι ἄφεσιν γενέσθαι τῶν ψάμμου βαρυτέρων μου πταισμάτων, ʽ??ʼν ἐν γνώσει καὶ ἀγνοίᾳ ἥμαρτον νηπιόθεν καὶ μέχρι ταύτης μου τῆς ἡλικίας καὶ πολιᾶς. Ταῦτα ὡς ἤκουσεν ὁ τοῦ βασιλέως υἱός, εὐθὺς διανίσταται καὶ θερμότερος τὴν ψυχὴν γίνεται. καὶ τὸν λογισμὸν τοῦ Ναχὼρ πρὸς ἀπόγνωσιν συγκύπτοντα ἀναλαμβάνειν ἄρχεται, καὶ στερρότερον περὶ τὴν Χριστοῦ πίστιν διατιθέναι, Μηδείς, ὦ Ναχώρ, λέγων, μηδεὶς ἔστω σοι περὶ τούτου δισταγμός. γέγραπται γὰρ δυνατὸν εἶναι τῷ Θεῷ καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ· ὅπερ τί ἄλλο ἢ τοῦτό ἐστιν, ὡς ὁ πατὴρ ἔφη Βαρλαάμ, τὸ ἐξ ἀνελπίστων καὶ πάσαις κατακρανθέντων ἀνομίαις δύνασθαι σωθῆναι, καὶ δούλους γενέσθαι Χριστοῦ, ὃς δι᾽ ἄκραν φιλανθρωπίας ὑπερβολὴν πᾶσι τοῖς ἐπιστρέφουσι τὰς οὐρανίους διήνοιξε πύλας, οὐδενὶ τῶν πάντων τὴν τῆς σωτηρίας ἀποκλείσας ὁδόν, ἀλλὰ συμπαθῶς τοὺς μετανοοῦντας δεχόμενος; διὰ ταῦτα γὰρ καὶ τοῖς περὶ πρώτην καὶ τρίτην, ἕκτην τε καὶ ἐννάτην καὶ ἐνδεκάτην ὥραν προσελθοῦσι τῷ ἀμπελῶνι κατ’ ἴσον ἀφορίζεται ὁ μισθός, ὡς τὸ ἅγιόν φησιν Εὐαγγέλιον· ὥστε,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
