# Βαρλαάμ καί Ἰωάσαφ 28.259

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.259

κἂν μέχρι τοῦ νῦν ἐν ἁμαρτίαις κατεγήρασας, ἐὰν θερμῶς προσέλθῃς, τῶν αὐτῶν τοῖς ἐκ νεότητος ἀγωνισαμένοις ἀξιωθήσῃ γερῶν. Πολλὰ δὲ καὶ ἕτερα περὶ μετανοίας λαλήσας ὁ θειότατος νεανίας τῷ παλαιωθέντι ἐν κακοῖς Ναχώρ, καὶ ἵλεων γενέσθαι τὸν Χριστὸν ὑποσχόμενος καὶ ἐγγυησάμενος τὴν ἄφεσιν, καὶ πληροφορήσας αὐτὸν ὡς ἕτοιμός ἐστιν ὁ ἀγαθὸς ἀεὶ τοῦ δέχεσθαι τὴν μετάνοιαν, τὴν νενοσηκυῖαν ψυχὴν αὐτοῦ οἷά τισι φαρμάκοις καταμαλάξας, καθαρὰν ἐχαρίσατο τὴν ὑγίειαν. ἔφη γὰρ εὐθὺς ὁ Ναχὼρ πρὸς αὐτόν· Σὺ μέν, ὦ εὐγενέστατε τὴν ψυχὴν μᾶλλον ἢ τὸ σῶμα, καλῶς μεμυημένος τὰ θαυμαστὰ μυστήρια ταῦτα, μένοις ἐν τῇ καλῇ ὁμολογίᾳ μέχρι τέλους, καὶ μηδεὶς ταύτην χρόνος ἢ τρόπος τῆς σῆς ἐκτέμοι καρδίας· ἐγὼ δὲ πορεύσομαι ἐξ αὐτῆς τὴν ἐμὴν ζητῶν σωτηρίαν, καὶ διὰ μετανοίας τὸν Θεὸν ἐξιλεωσόμενος ὃν παρώργισα. οὐκ ἔτι γὰρ τὸ τοῦ βασιλέως ὄψομαι πρόσωπον, εἰ σύ μόνον θελήσειας. περιχαρὴς δὲ γενόμενος ὁ τοῦ βασιλέως υἱὸς καὶ ἀσμένως τὸν λόγον δεξάμενος, περιλαβὼν αὐτὸν κατεφίλει, καὶ ἐντενῶς πρὸς τὸν Θεὸν εὐξάμενος ἐκπέμπει τοῦ παλατίου. Ἐξελθὼν δὲ ὁ Ναχὼρ κατανενυγμένος τὴν ψυχήν ἐπὶ τὴν βαθυτάτην ἅλλεται ὡς ἔλαφος ἔρημον, καὶ μοναχοῦ τινος, ἱερωσύνης περικειμένου ἀξίαν, καταλαμβάνει σπήλαιον, ἔνθα ἐκέκρυπτο ἐκεῖνος διὰ τὸν ἐπικείμενον φόβον. τούτῳ δὲ θερμότατα προσπίπτει, πλύνει τοὺς πόδας δάκρυσι, τήν ποτε μιμούμενος πόρνην, καὶ τὸ θεῖον ἐξαιτεῖται βάπτισμα.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
