# Βαρλαάμ καί Ἰωάσαφ 28.260

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.260

ὁ τοίνυν ἱερεύς, θείας ὢν χάριτος πεπληρωμένος, ἥσθη τε λίαν, καὶ παραχρῆμα, ὥσπερ ἔθος, κατηχήσας αὐτόν, δι’ ἡμερῶν οὐκ ὀλίγων τελειοῖ τῷ βαπτίσματι εἰς ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Ὑἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. ἔμεινε δὲ Ναχὼρ μετ’ αὐτοῦ μετανοῶν ἀεὶ ἐφ’ οἷς ἥμαρτε, καὶ εὐλογῶν τὸν Θεὸν τὸν μὴ βουλόμενον ἀπολέσθαι τινά, ἀλλὰ πάντων τὴν ἐπιστροφὴν ἐκδεχόμενον καὶ μετανοοῦντας φιλανθρώπως δεχόμενον. Ἕωθεν δὲ μαθὼν τὰ κατὰ τὸν Ναχὼρ ὁ βασιλεύς, καὶ ἀπογνοὺς ἧς εἶχεν ἐλπίδος ἐπ’ αὐτῷ, ἰδὼν δὲ καὶ τοὺς σοφοὺς αὐτοῦ καὶ παράφρονας ῥήτορας οὕτως ἀνὰ κράτος ἡττηθέντας, ἐν ἀμηχανίᾳ ἦν. καὶ ἐκείνους μὲν ὕβρεσι δειναῖς καὶ ἀτιμίαις βαλών, οὓς δὲ καὶ βουνεύροις σφοδρῶς μαστιγώσας καὶ ἀσβόλῃ τὰς ὄψεις περιχρίσας, ἐξέβαλε τοῦ ἰδίου προσώπου· αὐτὸς δὲ καταγινώσκειν ἤρξατο τῆς τῶν ψευδωνύμων θεῶν ἀσθενείας, εἰ καὶ μὴ τελείως τῷ φωτὶ Χριστοῦ προσβλέψαι τέως ἠθέλησε. τὸ γὰρ τῆς περικειμένης αὐτῷ ἀχλύος παχὺ νέφος κατεῖχεν ἔτι τὰς ὁράσεις αὐτοῦ τῆς καρδίας. ἀλλ’ οὖν οὐκ ἔτι τοὺς νεωκόρους ἐτίμα, οὔτε μὴν ἑορτὰς ἦγε καὶ σπονδὰς ἐπετέλει τοῖς εἰδώλοις· ἀλλὰ σαλευομένην εἶχε τὴν διάνοιαν ἀμφοτέρωθεν, ἔνθεν μὲν τῆς ἀσθενείας καταγινώσκων τῶν θεῶν αὐτοῦ, ἐκεῖθεν δὲ τὴν ἀκρίβειαν δεδοικὼς τῆς εὐαγγελικῆς πολιτείας καὶ δυσαποσπάστως τῶν πονηρῶν ἔχων ἐθῶν.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
