# Βαρλαάμ καί Ἰωάσαφ 28.261

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.261

πάνυ γὰρ ταῖς ἡδοναῖς κατεδουλοῦτο τοῦ σώματος, καὶ ὅλος ἦν πρὸς τὰ πάθη αἰχμαλώτου δίκην ἀγόμενος, καὶ μεθύων, ὅ φησιν Ἠσαῖας, ἄνευ οἴνου, καὶ ὥσπερ ὑπὸ κημοῦ τῆς πονηρᾶς συνηθείας ἑλκόμενος. Οὕτως οὖν τοῦ βασιλέως δυσὶ παλαίοντος λογισμοῖς, ὁ εὐγενέστατος αὐτοῦ υἱός, καὶ τῷ ὄντι βασιλικωτάτην κεκτημένος ψυχήν, ἠρεμῶν ἦν ἐν τῷ παλατίῳ αὐτοῦ, τὸ τῆς φύσεως αὐτοῦ γενναῖον κόσμιόν τε καὶ βεβηκὸς διὰ τῶν ἔργων πᾶσι παριστῶν. θέατρα γὰρ καὶ ἀγῶνες ἵππων καὶ κυνηγεσίων μελέτη, καὶ πᾶσαι αἱ τῆς νεότητος κεναὶ σχολαὶ καὶ ἀπάται, τὰ τῶν ἀφρόνων ψυχῶν δελεάσματα, παρ’ οὐδὲν ἐλογίζοντο αὐτῷ· ἀλλ’ ὅλος τῶν τοῦ Χριστοῦ ἐξήρτητο ἐντολῶν, καὶ αὐτὸν ἐπόθει τρωθεὶς τὴν ψυχὴν ἔρωτι θείῳ· αὐτὸν ἐπόθει τὸν ὄντως ποθητόν, ὅς ἐστιν ὅλος γλυκασμὸς καὶ ἐπιθυμία, καὶ ἀκόρεστος ἔφεσις. Εἰς μνήμην δὲ ἐρχόμενος τοῦ διδασκάλου Βαρλαάμ, καὶ τὸν ἐκείνου ἐνοπτριζόμενος βίον, ἔρωτι τὴν ψυχὴν ἐθέλγετο, καὶ ὅπως αὐτὸν ἴδοι ἐφρόντιζεν ἐπιμελέστατα, καί, τοὺς λόγους αὐτοῦ ἐν τῇ καρδίᾳ περιφέρων ἀλήστως, οἱονεὶ ξύλον ἦν πεφυτευμένον παρὰ τοῖς ψαλμικοῖς ὕδασιν, ἀρδευόμενον ἀδιαλείπτως καὶ ὡραίους προσάγον καρποὺς τῷ Κυρίῳ. πολλὰς γὰρ ψυχὰς τῶν τοῦ διαβόλου ἐρρύσατο ἀρκύων καὶ τῷ Χριστῷ

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
