# Βαρλαάμ καί Ἰωάσαφ 28.262

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/28.262

προσήγαγε σεσωσμένας· πολλοὶ γὰρ εἰς αὐτὸν φοιτῶντες λόγων ἀπήλαυον σωτηρίων, ἐξ ὧν οὐκ ὀλίγοι, τὴν πλάνην φυγόντες, τῷ σωτηρίῳ προσέδραμον λόγῳ· ἄλλοι δέ, μακρὰν τοῖς τοῦ βίου χαίρειν εἰπόντες, τὴν ἀσκητικὴν ὑπεισῆλθον παλαίστραν. αὐτὸς δὲ εὐχαῖς ἐσχόλαζε καὶ νηστείαις, καὶ συχνῶς ταύτην ἀνέπεμπε τὴν φωνήν, Ὦ Κύριε, λέγων, Κύριέ μου καὶ Βασιλεῦ, ᾧ ἐγὼ ἐπίστευσα, ἐφ’ ὃν ἐγὼ κατέφυγον καὶ τῆς πλάνης ἐρρύσθην, ἀπόδος μισθὸν ἄξιον τῷ θεράποντί σου Βαρλαάμ, ἀνθ’ ὧν μοι τῷ πλανηθέντι σὲ ὑπέδειξε, τὴν ὁδὸν τῆς ἀληθείας καὶ τῆς ζωῆς· καὶ μὴ στερήσῃς με αὖθις ἰδεῖν τὸν ἐν σώματι ἄγγελον ἐκεῖνον, οὗ οὐκ ἔστιν ὁ κόσμος ἐπάξιος, καὶ σὺν αὐτῷ τελέσαι τὸ λοιπὸν τῆς ζωῆς μου, ἵνα, κατ’ ἴχνος τῆς αὐτοῦ πολιτείας περιπατήσας, εὐαρεστήσω σοι τῷ Θεῷ καὶ Δεσπότῃ.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
