# Βαρλαάμ καί Ἰωάσαφ 29.265

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 29. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/29.265

καὶ κατὰ ῥοῦν τὰ πράγματα χωρήσειε, τὴν ἑορτὴν κόσμησον ταύτην τὴν δημοτελῆ, καὶ τὴν εὐμένειαν τῶν θεῶν ὥσπερ τι κραταιὸν περιβαλοῦ ὅπλον· καὶ εὖ σοι γένηται. Οὕτω καυχησάμενος ὁ ἐν κακίᾳ δυνατὸς εἶναι ἀνομίαν τε ὅλην τὴν ἡμέραν μελετήσας ʽσυμφθεγγέσθω γὰρ ἡμῖν ὁ Δαυΐδ̓, ἀνατροπὴν δὲ θολεράν, καθά φησιν Ἠσαΐας, τῷ πλησίον ποτίσας, συνεργίᾳ τῶν συμπαρομαρτούντων αὐτῷ πονηρῶν πνευμάτων ἐπιλαθέσθαι τὸν βασιλέα παντάπασι τῶν πρὸς σωτηρίαν ὑπομιμνησκόντων λογισμῶν πεποίηκε καὶ τῶν συνήθων πάλιν ἐπιμελῶς ἔχεσθαι. ἔνθεν τοὶ καὶ γραμμάτων βασιλικῶν πανταχοῦ διαπεφοιτηκότων τοῦ συνελθεῖν πάντας ἐν τῇ μυσαρᾷ πανηγύρει αὐτῶν, ἦν ἰδεῖν συρρέοντα τὰ πλήθη, πρόβατά τε καὶ βόας καὶ διάφορα γένη ζῴων ἀγόμενα. Πάντων τοίνυν συνεληλυθότων, ἀναστὰς ὁ βασιλεὺς μετὰ τοῦ ἀπατεῶνος Θευδᾶ πρὸς τὸν ναὸν ἐχώρει, ταύρους καταθῦσαι φέρων ἑκατὸν εἴκοσι καὶ ζῷα πολλά. καὶ ἐτέλουν τὴν ἐπάρατον αὐτῶν ἑορτήν, ὡς περιηχεῖσθαι μὲν τὴν πόλιν ὑπὸ τῆς τῶν ἀλόγων ζῴων φωνῆς, τῇ δὲ τῶν θυσιῶν κνίσῃ καὶ αὐτὸν μολύνεσθαι τὸν ἀέρα. τούτων οὕτω τελεσθέντων, καὶ τῶν τῆς πονηρίας πνευμάτων λίαν ἐγκαυχησαμένων ἐπὶ τῇ νίκῃ τοῦ Θευδᾶ, καὶ χάριτας αὐτῷ ὁμολογησάντων τῶν νεωκόρων, εἰς τὸ παλάτιον αὖθις ἐπανῆκεν ὁ βασιλεύς.

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
