Ancient Greek · ~5 min
Chapter 3
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 3.20
Not analysed yet
Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ’ αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει.