Ancient Greek
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.268
Not analysed yet
Βασιλεύς τις παιδὸς ἀμοιρῶν ἄρρενος ἠνιᾶτο λίαν τὴν ψυχὴν ἀχθόμενος, καὶ ἀτύχημα τοῦτο οὐ μικρὸν λογιζόμενος. ἐν τούτοις οὖν αὐτῷ ὄντι γεννᾶται υἱός· καὶ χαρᾶς ἐπὶ τούτῳ τὴν καρδίαν ἐπεπλήρωτο ὁ βασιλεύς. εἶπον δὲ αὐτῷ οἱ τῶν ἰατρῶν ἐπιστήμονες, ὡς, εἰ ἐντὸς τῶν δώδεκα χρόνων ἥλιον ἢ πῦρ τὸ παιδίον τοῦτο ἴδοι, στερηθήσεται παντάπασι τοῦ φωτός· τοῦτο γὰρ ἡ τῶν ὀμμάτων αὐτοῦ θέσις δηλοῖ. ταῦτα τὸν βασιλέα ἀκούσαντα λέγεται οἰκίσκον ἀντρῶδες ἐκ πέτρας τινὸς λαξεῦσαι, κἀκεῖσε τὸν παῖδα μετὰ τῶν τιθηνούντων αὐτὸν κατακλείσαντα, μηδόλως, μέχρι συμπληρώσεως τῶν δώδεκα ἐνιαυτῶν, φωτὸς ὑποδεῖξαι μαρμαρυγὴν τὸ παράπαν. μετὰ δὲ τὴν συμπλήρωσιν τῶν δώδεκα ἐτῶν ἐξάγει τοῦ οἰκίσκου τὸν παῖδα μηδὲν ὅλως τοῦ κόσμου θεασάμενον, καὶ κελεύει ὁ βασιλεὺς πάντα κατὰ γένος παραστήσαντας ὑποδεῖξαι αὐτῷ, ἄνδρας μὲν ἐν ἑνὶ τόπῳ, ἀλλαχοῦ δὲ γυναῖκας, ἑτέρωθι χρυσόν, ἄργυρον, ἀλλαχόθεν μαργαρίτας τε καὶ λίθους πολυτελεῖς, ἱμάτια λαμπρὰ καὶ κόσμια, ἅρματα περικαλλῆ μετὰ ἵππων βασιλικῶν χρυσοχαλίνων σὺν τάπησιν ἁλουργοῖς, καὶ ἀναβάτας ἐπ’ αὐτοῖς ὁπλοφόρους, βουκόλιά τε βοῶν καὶ ποίμνια προβάτων. καί, ἁπλῶς εἰπεῖν, πάντα στοιχηδὸν ὑπεδείκνυον τῷ παιδί. πυνθανομένου δὲ αὐτοῦ τί τούτων ἕκαστον καλεῖται,