Ancient Greek
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.272
Not analysed yet
καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ᾔσθετο παρακλήσεως οὐρανόθεν αὐτῷ ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί· αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε. καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείᾳ καὶ δίψῃ, καὶ τῇ ἄλλῃ ταλαιπωρίᾳ, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα· ὅπως μή, ἀργὴν καὶ ἄνετον ὁ ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῇ πονηροὺς ῥᾳδίως ὑποσπείρῃ, καὶ τὸ καθαρὸν ἐπιθολώσῃ τῆς διανοίας.