Ancient Greek
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.275
Not analysed yet
πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας. Ὡς γὰρ ἤκουσεν ἡ κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν· ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν· Εἰ τῆς ἐμῆς, ὦ δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ, μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς.