# Βαρλαάμ καί Ἰωάσαφ 30.276

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/30.276

Τοῦ δέ, Τίς ἡ ἀξίωσις, ὦ γύναι; εἰπόντος, ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω. Ὁ δέ, Μάτην, φησίν, ὦ γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν· τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι· μολῦναι δὲ τὸ σῶμά μου δι’ αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον. Ἡ δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, ὁ πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων· ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι τῶν καθ’ ὑμᾶς βιβλίων, Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι; καὶ, Ἃ ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, πάμῳ συναφθῆναι

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
