Ancient Greek · ~5 min
Chapter 30
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 30.280
Not analysed yet
ὥρᾳ ταύτῃ, καὶ κατὰ τὸ σὸν θέλημα εὔθυνον τὰς ὁδούς μου, ἵνα δοξασθῇ τὸ ὄνομά σου τὸ ἔνδοξον καὶ φοβερὸν ἐπ’ ἐμοὶ τῷ οἰκέτῃ σου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Ἐφ’ ἱκανὰς δὲ ὥρας μετὰ δακρύων εὐξάμενος καὶ πολλὰ γονυκλιτήσας, καθῆκεν ἑαυτὸν ἐπὶ τοῦ ἐδάφους. καὶ ὑπνώσας μικρόν, ὁρᾷ ἑαυτὸν ὑπό τινων φοβερῶν ἁρπαγέντα, καὶ τόπους οὓς οὐδέποτε ἑωράκει διελθόντα, καὶ ἔν τινι γενόμενον μεγίστῃ πεδιάδι ὡραίοις ἄνθεσι καὶ λίαν εὐώδεσι κομώσῃ, ἔνθα φυτὰ μὲν ἑώρα παντοδαπὰ καὶ ποικίλα, καρποῖς ξένοις τισὶ καὶ θαυμασίοις βρίθοντα, ἰδεῖν τε ἡδίστοις καὶ ἅψασθαι ποθεινοῖς. τά τε φύλλα τῶν δένδρων λιγυρὸν ὑπήχει αὔρᾳ τινὶ λεπτοτάτῃ, καὶ ἀκόρεστον καὶ χαριεστάτην ἐκπέμποντα εὐωδίαν κινούμενα, θρόνοι τε ἀνέκειντο ἐκ καθαρωτάτου χρυσίου καὶ λίθων τιμίων κατεσκευασμένοι, λαμπρὰν οἵαν αἴγλην ἀφιέντες, καὶ κλῖναι ἐν ἐξάλλοις τισὶ στρωμναῖς καὶ τῷ κάλλει τὴν διήγησιν νικώσαις κατηγλαϊσμέναι. ὕδατά τε παρέρρει διαυγῆ λίαν καὶ αὐτὰς εὐφραίνοντα τὰς ὁράσεις. τὴν δὲ θαυμαστὴν ταύτην καὶ μεγάλην πεδιάδα οἱ φοβεροὶ ἐκεῖνοι διαγαγόντες αὐτὸν εἰς πόλιν εἰσήγαγον ἀρρήτῳ τινὶ λαμπρότητι ἀποστίλβουσαν, ἐκ χρυσίου μὲν διαυγοῦς τὰ τείχη, λίθων δὲ ὧν οὐδεὶς πώποτε ἑώρακε τὰς ἐπάλξεις ἔχουσαν ἀνεγηγερμένας. ὦ τίς ἂν ἐκείνης εἴποι τὸ κάλλος τῆς πόλεως καὶ τὴν φαιδρότητα;