# Βαρλαάμ καί Ἰωάσαφ 31.292

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 31. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/31.292

πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη. καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου. τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης· τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι· μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακοπαθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
