Ancient Greek
Chapter 32
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 32.297
Not analysed yet
αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ. τί δ’ ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας; Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν.