# Βαρλαάμ καί Ἰωάσαφ 33.303

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/33.303

Ὁ δέ γε βασιλεύς, τούτων οὕτως ἀποβάντων, πάντοθεν ἐξαπορηθείς, δῆλος ἦν ἰσχυρῶς ἀνιώμενος καὶ πολὺν τὸν σάλον φέρων ἐν τῇ ψυχῇ. συγκαλέσας δὲ αὖθις ὅσοι τῆς συγκλήτου βουλῆς ἐτύγχανον, ἐσκέπτετο τί λοιπὸν τῷ ἰδίῳ ποιήσειν υἱῷ. πολλὰς δὲ βουλὰς τῶν πολλῶν ὑποθεμένων, ὁ ἀνωτέρω μνημονευθεὶς Ἀραχὴς ἐκεῖνος, ἐπιφανέστερος τὴν ἡγεμονίαν καὶ πρῶτος τῆς βουλῆς ὑπάρχων, ἔφη τῷ βασιλεῖ· Τί ἔδει, βασιλεῦ, ποιῆσαι τῷ υἱῷ σου καὶ οὐ πεποιήκαμεν, τοῦ πεῖσαι αὐτὸν τοῖς ἡμετέροις ἕπεσθαι δόγμασι καὶ τοῖς θεοῖς ἡμῶν λατρεύειν; ἀλλ’, ὡς ὁρῶ, ἀνηνύτοις ἐπιχειροῦμεν· ἐκ φύσεως γὰρ αὐτῷ, ἢ τῆς τύχης ἴσως, τὸ φιλόνεικόν τε καὶ ἀμείλικτον. εἰ μὲν οὖν βασάνοις αὐτὸν ἐκδοῦναι θελήσειας καὶ τιμωρίαις, σύ τε πολέμιος ἔσῃ τῆς φύσεως καὶ οὐ πατὴρ ἔτι κληθήσῃ, κἀκεῖνον ζημιωθήσῃ ἑτοίμως ἔχοντα ὑπὲρ Χριστοῦ ἀποθανεῖν. λείπεται γοῦν τοῦτο μόνον ποιῆσαι· διελεῖν αὐτῷ τὴν βασιλείαν, καὶ εἰς τὸ ἐπιβάλλον αὐτῷ μέρος βασιλεύειν ἐπιτρέψαι. καί, εἰ μὲν ἡ τῶν πραγμάτων φύσις καὶ ἡ μέριμνα τῶν βιωτικῶν ἑλκύσωσιν αὐτὸν τὸν ἡμέτερον ἀσπάσασθαι σκοπόν τε καὶ βίον, ἔσται ἡμῖν κατὰ σκοπὸν τὸ πρᾶγμα· τὰ γὰρ ἰσχυρῶς βεβαιωθέντα τῇ ψυχῇ ἔθη δυσεξάλειπτά εἰσι καὶ πειθοῖ μᾶλλον ἢ βίᾳ μεταβάλλεται. εἰ δὲ τῇ θρησκείᾳ παραμενεῖ τῶν Χριστιανῶν, αὐτὸ δὴ τοῦτο, τὸ μὴ ζημιωθῆναί σε τὸν υἱόν, ἔσται σοι τῆς ἀθυμίας ποσῶς παραμύθιον. ταῦτα τοῦ Ἀραχῆ εἰπόντος, πάντες συνεμαρτύρουν ἀποδεχόμενοι τὴν γνώμην. συντίθεται τοίνυν καὶ ὁ βασιλεὺς οὕτω ταῦτα διατεθῆναι. Καὶ δὴ προσκαλεσάμενος ἕωθεν ἔφη τῷ υἱῷ·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
