# Βαρλαάμ καί Ἰωάσαφ 33.305

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/33.305

τῇ βασιλείᾳ, καὶ πάντα δίδωσι τὰ πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν ὁ Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ· τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ Δεσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι· τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δι᾽ οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν· οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείας

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
