Ancient Greek
Chapter 33
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 33.306
Not analysed yet
ἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός, ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος· ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ μέτριος τῷ φρονήματι. ὅθεν ἡ ἐξουσία, τὴν μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν. Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὁ ὑποτελὴς αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων,