# Βαρλαάμ καί Ἰωάσαφ 33.307

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/33.307

τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς αὐτοῦ μεταπλασθέντας διδασκαλίαις τῷ Χριστῷ οἰκειωθῆναι. πάντες δέ, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὸν φόβον τοῦ πατρὸς αὐτοῦ ἐγκεκλεισμένοι, ἱερεῖς τε καὶ μονάζοντες καὶ τῶν ἐπισκόπων ὀλίγοι, ἐξελθόντες τῶν καταδύσεων, πρὸς αὐτὸν χαίροντες ἐχώρουν. αὐτὸς δὲ τοὺς διὰ Χριστὸν ἐν τοιούτοις περιπεσόντας ἀνιαροῖς καὶ οὕτω ταλαιπωρήσαντας προσυπαντῶν ἐντίμως ἐδέχετο, καὶ εἰς τὸ ἑαυτοῦ εἰσῆγε παλάτιον, πόδας ῥύπτων, κόμην ῥυπῶσαν ἀποπλύνων, καὶ παντοίως αὐτοὺς θεραπεύων. εἶτα τὴν νεουργηθεῖσαν αὐτῷ ἐνθρονίζει ἐκκλησίαν, καί τινα τῶν ἐπισκόπων, πολλὰ διὰ τὴν εἰς Χριστὸν πίστιν κακοπαθήσαντα καὶ τὸν ἴδιον ἀπολέσαντα τῆς ἐπισκοπῆς θρόνον, ἀρχιερέα ἐν ταύτῃ καθίστησιν, ἄνδρα ἅγιον καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἐπιστήμονα, ζήλου τε θείου τὴν ψυχὴν πεπληρωμένον. κολυμβήθραν δὲ εὐθὺς σχεδιάσας, βαπτίζειν τοὺς πρὸς Χριστὸν ἐπιστρέφοντας κελεύει. καὶ δὴ βαπτίζονται οἱ ἄρχοντες πρῶτον καὶ ὅσοι ἐν τέλει, οἱ ἐν στρατείᾳ τε αὖθις καὶ ο λοιπὸς ὄχλος. καὶ οἱ βαπτιζόμενοι οὐ μόνον τὴν ψυχικὴν ἀπελάμβανον ὑγίειαν, ἀλλὰ δὴ καὶ ὅσοι νόσοις ἦσαν σωματικαῖς καὶ πηρώσεσι πιεζόμενοι, πάντα ἀποθέμενοι, καθαροὶ τὰς ψυχάς,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
