# Βαρλαάμ καί Ἰωάσαφ 33.311

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/33.311

πατὴρ φιλόστοργος καὶ ἀγαθός, ἑαυτὸν δοκῶν εὐεργετεῖν ἐκ τῆς εἰς αὐτοὺς γενομένης εὐεργεσίας. πλουσιόδωρος γὰρ ὢν τὴν ψυχὴν καὶ τῷ ὄντι βασιλικώτατος, πᾶσιν ἐδίδου δαψιλῶς τοῖς χρῄζουσιν· ἀπειροπλασίους γὰρ ἤλπιζεν ὑπὲρ τούτων ἀμοιβὰς κομίσασθαι ὅταν ἔλθῃ ὁ καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσεως. Πανταχοῦ δὲ τῆς τοιαύτης αὐτοῦ φήμης ἐν ὀλίγῳ διαβαινούσης, πάντες πρὸς αὐτόν, ὥσπερ ὑπό τινος ὀσμῆς μύρου κεκινημένοι, καθ’ ἑκάστην συνέρρεον, σωμάτων τε ὁμοῦ καὶ ψυχῶν πενίαν ἀποτιθέμενοι, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν. οὐχ ὁ φόβος γὰρ καὶ ἡ τυραννὶς εἷλκε τὸν λαόν, ἀλλ’ ὁ πόθος καὶ ἡ πρὸς αὐτὸν ἐκ καρδίας ἀγάπη. ἥτις ἐκ Θεοῦ καὶ τῆς αὐτοῦ καλλίστης πολιτείας ἐνεφυτεύθη ταῖς πάντων ψυχαῖς. τότε δὴ τότε καὶ οἱ τῷ πατρὶ αὐτοῦ ὑποκείμενοι αὐτῷ μᾶλλον προσετίθεντο, καί, τὴν πλάνην πᾶσαν ἀποτιθέμενοι, τὴν ἀλήθειαν εὐηγγελίζοντο. καὶ ὁ μὲν οἶκος τοῦ Ἰωάσαφ ηὔξανε καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος τοῦ Ἀβεννὴρ ἠλαττονοῦτο καὶ ἠσθένει, καθάπερ δὴ περὶ τοῦ Δαυῒδ καὶ τοῦ Σαοὺλ ἡ τῶν

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
