Ancient Greek
Chapter 34
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 34.312
Not analysed yet
Ταῦτα ὁρῶν ὁ βασιλεὺς Ἀβεννὴρ, ὀψὲ καὶ μόλις εἰς συναίσθησιν ἐλθών, τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης. καὶ ἐκκλησιάσας αὖθις τοὺς πρώτους τῆς βουλῆς τὰ μελετώμενα αὐτῷ εἰς φῶς ἐξῆγε. πάντων δὲ τὰ αὐτὰ βεβαιούντων ʽἐπεσκέψατο γὰρ αὐτοὺς ἀνατολὴ ἐξ ὕψους, ὁ Σωτὴρ τῆς δεήσεως ἀκούσας τοῦ θεράποντος αὐτοῦ Ἰωάσαφ̓, ἔδοξε τῷ βασιλεῖ δῆλα ταῦτα τῷ υἱῷ ποιῆσαι. γράφει οὖν τῇ ἑξῆς ἐπιστολὴν τῷ Ἰωάσαφ περιέχουσαν οὕτως· Βασιλεὺς Ἀβεννὴρ τῷ ποθεινοτάτῳ υἱῷ Ἰωάσαφ, χαίρειν. Λογισμοὶ πολλοί, εἰς τὴν ἐμὴν ὑπεισερχόμενοι ψυχήν, δεινῶς, φίλτατε, τυραννοῦσιν, υἱέ. τὰ γὰρ ἡμέτερα πάντα ἐκλείποντα ὁρῶν, ὃν τρόπον καπνὸς ἐκλείπει, τὰ τῆς σῆς δὲ θρησκείας λάμποντα ὑπὲρ ἥλιον, εἰς αἴσθησιν δὲ ἐλθών, ἀληθῆ τὰ παρὰ σοῦ μοὶ ἀεὶ λεγόμενα ἔγνωκα εἶναι, καὶ ὅτι σκότος ἡμᾶς βαθὺ τῶν ἁμαρτιῶν καὶ τῆς ἀσεβείας ἐκάλυπτεν, ὡς ἐντεῦθεν οὐδὲ πρὸς τὴν ἀλήθειαν διαβλέψαι καὶ τὸν ἁπάντων Δημιουργὸν καταμαθεῖν ἠδυνάμεθα· ἀλλὰ καὶ φῶς οὕτω τηλαυγέστερον διὰ σοῦ ἀναδειχθὲν ἡμῖν, τοὺς ὀφθαλμοὺς μύσαντες, ἡμεῖς ὁρᾶν οὐκ ἠθελήσαμεν,