# Βαρλαάμ καί Ἰωάσαφ 34.313

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/34.313

πολλὰ μέν σοι κακὰ ἐνδειξάμενοι, ἐλεεινῶς δὲ φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν ὁ Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ Δεσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν· Ὑψώσω σε, λέγων, ὁ Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου, τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων;

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
