# Βαρλαάμ καί Ἰωάσαφ 35.319

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/35.319

τὸ σημεῖόν τε προσκυνεῖ τοῦ ζωοποιοῦ σταυροῦ ὑπὸ τῇ πάντων ὄψει καὶ εἰς ἐπήκοον ἁπάντων Θεὸν κηρύττει ἀληθινὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τήν τε προτέραν ἀσέβειαν διεξελθών, τὴν οἰκείαν τε κατὰ τῶν Χριστιανῶν ὠμότητα καὶ μιαιφονίαν ἐλέγξας, μέγα μέρος πρὸς τὴν εὐσέβειαν γίνεται· ὡς ἐντεῦθεν ἔργῳ τὸ εἰρημένον τῷ Παύλῳ γνωσθῆναι, καὶ ὅπου ὁ τῆς ἀσεβείας ὑπῆρχε πλεονασμός, ἐκεῖ καὶ τὴν περισσείαν γενέσθαι τῆς χάριτος. Πολλὰ τοίνυν καὶ τοῦ σοφωτάτου Ἰωάσαφ τοῖς συνελθοῦσι τότε στρατηγοῖς τε καὶ σατράπαις καὶ παντὶ τῷ λαῷ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας διαλεγομένου, καὶ οἱονεὶ πυρίνῃ γλώσσῃ καλόν τι καὶ ᾠδικὸν τερετίζοντος, ἡ τοῦ Ἁγίου Πνεύματος χάρις ἐπιφοιτήσασα πάντας εἰς δοξολογίαν ἐκίνει Θεοῦ, ὡς ἐκ μιᾶς φωνῆς πάντων βοησάντων τῶν ὄχλων· Μέγας ὁ Θεὸς τῶν Χριστιανῶν· οὐκ ἔστιν ἄλλος θεὸς πλὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζομένου. Ζήλου δὲ θείου κατάπλεως γενόμενος, ὁ βασιλεὺς Ἀβεννὴρ ἐφάλλεται στερρῶς τοῖς εἰδώλοις ἂ ἦσαν ἐν τῷ παλατίῳ αὐτοῦ ἐκ χρυσοῦ καὶ ἀργύρου πεποιημένα, καὶ εἰς ἔδαφος ταῦτα κατασπᾷ. εἶτα, εἰς λεπτὰ διελών, πένησι διανέμει, ὠφέλιμα οὕτω τὰ ἀνωφελῆ θέμενος·

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
