# Βαρλαάμ καί Ἰωάσαφ 35.321

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/35.321

τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῷ σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης ἐκείνης τῆς βοώσης· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Οὕτως ἀναγεννηθεὶς ὁ βασιλεὺς Ἀβεννὴρ δι᾽ ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ· σὺν αὐτῷ δὲ καὶ πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο· ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο. ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
