# Βαρλαάμ καί Ἰωάσαφ 35.322

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/35.322

καὶ ἄλλοι ἔκ τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. ὁ μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ’ οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν· αὐτὸς δὲ καθ’ ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσεβείᾳ τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν ᾗ καὶ τελευτᾷ. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. ὁ δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
