# Βαρλαάμ καί Ἰωάσαφ 35.324

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/35.324

Θεός ἐστιν ὁ ἀξίας σοι παρέχων τὰς ἀμοιβάς. οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ. Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας τελευτήσαντα τὸν πατέρα, καὶ κηδεύσας αὐτοῦ τὸ λείψανον ἐντίμως, κατέθετο ἐν μνήματι ἀνδρῶν εὐσεβῶν, οὐ μέντοι βασιλικῇ περιβαλὼν ἐσθῆτι, ἀλλὰ μετανοίας κοσμήσας ἀμφίοις. στὰς δὲ ἐπὶ τῷ μνήματι, χεῖράς τε εἰς οὐρανὸν διάρας, καὶ δάκρυα ποταμηδὸν τῶν ὀμμάτων καταδύσας, ἐβόησε πρὸς τὸν Θεόν, λέγων· Ὁ Θεός, εὐχαριστῶ σε, Βασιλεῦ τῆς δόξης, μόνε κραταιὲ καὶ ἀθάνατε, ὅτι οὐ παρεῖδες τὴν δέησίν μου καὶ τῶν δακρύων μου οὐ παρεσιώπησας, ἀλλ’ εὐδόκησας τὸν δοῦλόν σου τοῦτον καὶ πατέρα μου τῆς ὁδοῦ ἐπιστρέψαι τῶν ἀνομιῶν καὶ πρὸς ἑαυτὸν ἑλκύσαι τὸν σωτῆρα τῶν ἁπάντων, ἀποστήσας μὲν τῆς ἀπάτης τῶν εἰδώλων, καταξιώσας δὲ γνωρίσαι σε τὸν ἀληθινὸν Θεὸν καὶ φιλάνθρωπον. καὶ νῦν, ὦ Κύριέ μου καὶ Θεέ, ὁ ἀνεξιχνίαστον ἔχων τὸ τῆς ἀγαθότητος πέλαγος, τάξον αὐτὸν ἐν τόπῳ χλοερῷ, ἐν τόπῳ ἀναπαύσεως,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
