# Βαρλαάμ καί Ἰωάσαφ 36.327

Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, Chapter 36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-damascenus-scr-eccl-et-theol-john-of-damascus/text/36.327

ἀλλ’ ἐκεῖνόν τε ᾠκείωσα Χριστῷ καὶ πάντας ὑμᾶς τοῦτον μόνον γινώσκειν Θεὸν ἀληθινὸν καὶ Κύριον τοῦ παντὸς ἐδίδαξα, οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ’ ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ’ ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ,

---

John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ, ed. George Ratcliffe Woodward, Harold Mattingly. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2934.tlg066.local001/.
