Ancient Greek
Chapter 36
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 36.328
Not analysed yet
ἐπ’ εὐσεβείᾳ καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ʽὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις· ὡς οὐ κατ’ ἐντολὴν σοῦ ὁ λόγος· εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε· εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας.