Ancient Greek · ~5 min
Chapter 36
Joannes Damascenus Scr. Eccl. et Theol. John of Damascus, Βαρλαάμ καί Ἰωάσαφ 36.334
Not analysed yet
Ἐὰν οὐκ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὑμῖν ἀφήσει ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος τὰ παραπτώματα ὑμῶν. διὸ μὴ μνησικακήσῃς τοῖς πταίουσιν· ἀλλά, συγγνώμην αἰτούμενος ἁμαρτημάτων, συγγίνωσκε καὶ αὐτὸς τοῖς εἰς σὲ πλημμελοῦσιν, ὅτι ἀφέσει ἀντιδίδοται ἄφεσις, καὶ τῇ πρὸς τοὺς ὁμοδούλους ἡμῶν καταλλαγῇ τῆς δεσποτικῆς ὀργῆς γίνεται ἀπαλλαγή. καὶ αὖθις τὸ ἀσυμπαθὲς ἡμῶν πρὸς τοὺς πταίοντας ἀσύγγνωστα ποιεῖ ἡμῖν τὰ ἡμέτερα πταίσματα· καθάπερ ἀκούεις τί ὁ τῶν μυρίων πέπονθεν ὀφειλέτης ταλάντων, τῇ πρὸς τὸν σύνδουλον ἀσπλαγχνίᾳ ἑαυτῷ τὴν εἴσπραξιν ἀνανεώσας τοῦ τοσούτου χρέους. διὸ προσεκτέον ἀκριβῶς, μὴ καὶ ἡμεῖς τὰ ὅμοια πάθοιμεν· ἀλλ’ ἀφήσωμεν πᾶσαν ὀφειλήν, καὶ πᾶσαν μῆνιν ἐκ καρδίας ἐκβάλλωμεν, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ πολλὰ ἡμῶν ὀφλήματα. ἐπὶ πᾶσι δὲ καὶ πρὸ πάντων τὴν καλὴν φύλαττε παρακαταθήκην, τὸν εὐσεβῆ τῆς πίστεως λόγον, ὃν ἔμαθες καὶ ἐδιδάχθης· καὶ πᾶν ζιζάνιον αἱρέσεως μὴ ἐκφυέσθω ἐν ὑμῖν· ἀλλὰ καθαρὸν καὶ ἄδολον τὸν θεῖον διατήρησον σπόρον, ἵνα πολύχουν τὸν καρπὸν ὑποδείξῃς τῷ δεσπότῃ, ἡνίκα ἔλθῃ λόγον ἀπαιτῶν ἑκάστῳ τῶν βεβιωμένων καὶ ἀποδιδοὺς καθὰ ἐπράξαμεν, ὅταν οἱ μὲν δίκαιοι λάμψωσιν ὡς ὁ ἥλιος, τοὺς ἁμαρτωλοὺς δὲ τὸ σκότος καλύψῃ